DA gre, ed. W.D.Ross, 406aδιχῶς δὲ κινουμένου παντός — ἢ γὰρ καθʼἕτερον ἢ καθʼαὑτό καθʼἕτερον δὲ λέγομεν ὅσα κινείται τῷ ἐν κινουμένῳ εἶναι, οἷον πλωτῆρες· οὐ γὰρ ὁμοίως κινοῦνται τῷ πλοίῳ· τὸ μὲν γὰρ καθ’ αὑτὸ κινεῖται, οἱ δὲ τῷ ἐν κινουμένῳ εἶναι· δῆλον δʼἐπὶ τῶν μορίων· οἰκεία μὲν γάρ ἐστι κίνησις ποδῶν βάδισις, αὕτη δὲ καὶ ἀνθρώπων· οὐχ ὑπάρχει δὲ τοῖς πλωτῆρσι τότε—διχῶς δὴ λεγομένου τοῦ κινεῖσθαι (11) νῦν ἐπισκοποῦμεν περὶ τῆς ψυχῆς εἰ καθʼαὑτὴν κινεῖται καὶ μετέχει κινήσεως.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a803ec02-71ba-11ef-b40d-00505680eb2a