DA gre, ed. W.D.Ross, 407aσυνεστηκυῖαν γὰρ ἐκ τῶν στοιχείων καὶ μεμερισμένην κατὰ τοὺς ἁρμονικούς ἀριθμούς, ὅπως αἴσθησίν τε σύμφυτον ἁρμονίας ἔχη καὶ τὸ πᾶν φέρηται (13) συμφώνους φοράς, τὴν εὐθυωρίαν εἰς κύκλον κατέκαμψεν· καὶ διελὼν ἐκ τοῦ ἑνὸς δύο κύκλους δισσαχῇ συνημμένους πάλιν τὸν ἕνα διεῖλεν εἰς ἑπτὰ κύκλους, ὡς οὔσας τὰς τὸῦ οὐρανοῦ φορὰς τὰς τῆς ψυχῆς κινήσεις.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a80fd9ef-71ba-11ef-b40d-00505680eb2a