DA gre, ed. W.D.Ross, 407aπρῶτον μὲν οὖν οὐ καλῶς τὸ λέγειν τὴν ψυχὴν μέγεθος εἶναι· τὴν γὰρ τοῦ παντὸς δῆλον ὅτι τοιαύτην εἶναι βούλεται οἷόν ποτʼἐστὶν ὁ καλούμενος νοῦς (οὐ γὰρ δὴ οἷόν γʼἡ αἰσθητική, οὐδʼοἷον ἡ ἐπιθυμητική· τούτων γὰρ ἡ κίνησις οὐ κυκλοφορία)· ὁ δὲ νοῦς εἷς καὶ συνεχὴς ὥσπερ καὶ ἡ νόησις· ἡ δὲ νόησις τὰ νοήματα· ταῦτα δὲ τῷ ἐφεξῆς ἕν, ὡς ὁ ἀριθμός, ἀλλʼοὐχ ὡς τὸ μέγεθος· διόπερ οὐδʼὁ νοῦς οὕτω συνεχής, ἀλλʼἤτοι ἀμερὴς ἢ οὐχ ὡς μέγεθός τι συνεχής.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a8109c1d-71ba-11ef-b40d-00505680eb2a