DA gre, ed. W.D.Ross,πολλαί τε γὰρ αἱ συνθέσεις τῶν μερῶν καὶ πολλαχῶς· τίνος οὖν ἢ πῶς ὑπολαβεῖν τὸν νοῦν χρὴ σύνθεσιν εἶναι, ἢ καὶ τὸ αἰσθητικόν ἢ ὀρεκτικόν; ὁμοίως δὲ ἄτοπον καὶ τὸ τόν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν· οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μίξις τῶν στοιχείων· καθʼἥν σὰρξ καὶ καθʼἥν ὀστοῦν.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a81cf140-71ba-11ef-b40d-00505680eb2a