DA gre, ed. W.D.Ross,πολλὰς δʼἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἑμπεδοκλῆς, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται, καὶ πρὸς τὸ ὅμοιον, μαρτυρεῖ τὸ νῦν λεχθέν· ὅσα γάρ ἐστιν ἐν τοῖς τῶν ζῴων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ νεῦρα τρίχες, οὐθενὸς αἰσθάνεσθαι δοκεῖ, ὥστʼοὐδὲ τῶν ὁμοίων· καίτοι προσῆκεν.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a83a995b-71ba-11ef-b40d-00505680eb2a