DA gre, ed. W.D.Ross,καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς, οὐδʼεἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ τεινομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν τοῦ λόγου ἐνάργειαν καὶ παρὰ τὰ φαινόμενα· ἐν μι κρῷ μὲν γὰρ διαστήματι λάθοι ἄν, ἀπʼἀνατολῆς δʼἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a8a557de-71ba-11ef-b40d-00505680eb2a