DA gre, ed. W.D.Ross,ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δʼεἶναι οὐ τὸ αὐτὸ αὐταῖς· λέγω δʼοἷον ὁ ψόφος ὁ κατʼἐνέργειαν καὶ ἡ ἀκοὴ ἡ κατʼἐνέργειαν· ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν, καὶ τὸ ἔχον ψόφον οὐκ ἀοὶ ψοφεῖ· ὅταν δʼἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ κατʼἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατʼἐνέργειαν ψόφος, ὧν εἴποιεν ἄν τις τὸ μὲν εἶναι ἄκουσιν τὸ δὲ ψόφησιν.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a900ce19-71ba-11ef-b40d-00505680eb2a