DA gre, ed. W.D.Ross,οὔτε δὴ κεχωρισμένοις ἐνδέχεται κρίνειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ ἐνί τινι ἄμφω δῆλα εἶναι—οὕτω μὲν γὰρ κἂν εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο, δῆλον ἄν εἴη ὅτι ἕτερα ἀλλήλων, δεὶ δὲ τὸ ἒν λέγειν ὅτι ἕτερον· ἕτερον γὰρ τὸ γλυκὺ τοῦ λευκοῦ· λέγει ἄρα τὸ αὐτό ὥστε ὡς λέγει, οὕτω καὶ νοεῖ καὶ αἰσθάνεται-ὅτι μὲν οὖν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν τὰ κεχωρισμένα, δῆλον· ὅτι δʼοὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ, ἐντεῦθεν.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a90b71db-71ba-11ef-b40d-00505680eb2a