DA gre, ed. W.D.Ross,(78) Ἐπεὶ δὲ ἡ φυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ ἔτι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν, περὶ μὲν αἰσθήσεως καὶ νοῦ διωρίσθω τοσαῦτα, περὶ δὲ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς φυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ἂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψνχή, κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα, ἢ τούτων ἕν τι.
http://www2.hf.uio.no/common/apps/permlink/permlink.php?app=polyglotta&context=record&uid=a94b29e0-71ba-11ef-b40d-00505680eb2a