gre 105-112τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθ᾽ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ᾽ ἐρόεσσα
Καλλιθόη θ᾽, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν:
οὐδ᾽ ἔγνον: χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ᾽ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων: