gre 133-144οὕτω δεῦρ᾽ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
ἥ τις δὴ γαῖ᾽ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
ἀλλ᾽ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες: ἐμὲ δ᾽ αὖτ᾽ οἰκτείρατε, κοῦραι.
[τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ᾽ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται:
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κ᾽ ἔργα διδασκήσαιμι γυναῖκας.