gre 231-240ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσ᾽ ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ.
ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ᾽, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
ἔτρεφεν ἐν μεγάροις: ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος,
οὔτ᾽ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς
ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
χρίεσκ᾽ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα:
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
λάθρα φίλων γονέων: