gre250-255 ὣς φάτ᾽ ὀδυρομένη: τῆς δ᾽ ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ᾽ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ᾽ αἰνῶς,
καί ῥ᾽ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν: