gre 305-313αἰνότατον δ᾽ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
ποίησ᾽ ἀνθρώποις καὶ κύντατον: οὐδέ τι γαῖα
σπέρμ᾽ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ:
πολλὰ δὲ καμπύλ᾽ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις:
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ:
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
λιμοῦ ὑπ᾽ ἀργαλέης, γεράων τ᾽ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ᾽ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ᾽ ἐφράσσατο θυμῷ.