gre 347-356Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
ἀθανάτοις λήξειεν: ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλ᾽ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμ᾽ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων: ἣ δ᾽ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
μίσγεται, ἀλλ᾽ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.