gre 123-130οὐδ᾽ ἄρ᾽ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ᾽ ἔπειτ᾽ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ᾽ ἔτι δέσματ᾽ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ᾽ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων: