gre 133-139ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος: αἳ δ᾽ ἄρα πᾶσαι
θάμβεον ἀθάναται: χρυσῷ δ᾽ ἄρα Δῆλος ἅπασα
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]
ἤνθησ᾽, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.