gre 156-164πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ᾽ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι:
αἵ τ᾽ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων᾽ ὑμνήσωσιν,
αὖτις δ᾽ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ᾽ ἀνθρώπων.
πάντων δ᾽ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθ᾽ ἴσασιν: φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ᾽: οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.