gre 262-271πημανέει σ᾽ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ᾽ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων:
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ᾽ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ᾽ ἐνεόντα.
ἀλλ᾽ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ᾽ οὔθ᾽ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,