gre 462-468ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ξεῖν᾽, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ:
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;