gre 539-544εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ᾽ ἀλογήσει]
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θ᾽, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ᾽ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ᾽ ἀναγκαίῃ δεδμήσεσθ᾽ ἤματα πάντα.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.’