gre 39-46ὣς ἂρ᾽ ἔφη: καὶ χερσὶν ἅμ᾽ ἀμφοτέρῃσιν ἀείρας
ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
ἔνθ᾽ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
αἰῶν᾽ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
ἢ ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί,
ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.