gre 162-169τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:
μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
βουκολέων ἐμὲ καὶ σὲ διαμπερές: οὐδὲ θεοῖσι
νῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽, ὡς σὺ κελεύεις.