gre 219-226ὦ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα:
βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων:
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν:
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο.