gre 235-242Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽: ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε: χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε.