gre 269-277μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη:
καί κεν δὴ μέγα θαῦμα μετ᾽ ἀθανάτοισι γένοιτο,
παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
βουσὶν ἐπ᾽ ἀγραύλοισι: τὸ δ᾽ ἀπρεπέως ἀγορεύεις.
χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ᾽ ὕπο χθών.
εἰ δ᾽ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι:
μὴ μὲν ἐγὼ μήτ᾽ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
μήτε τιν᾽ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
αἵ τινες αἱ βόες εἰσί: τὸ δὲ κλέος οἶον ἀκούω.