gre 378-387πείθεο: καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
ὡς οὐκ οἴκαδ᾽ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
οὐδ᾽ ὑπὲρ οὐδὸν ἔβην: τὸ δέ τ᾽ ἀτρεκέως ἀγορεύω.
Ἠέλιον δὲ μάλ᾽ αἰδέομαι καὶ δαίμονας ἄλλους,
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι: οἶσθα καὶ αὐτός,
ὡς οὐκ αἴτιός εἰμι: μέγαν δ᾽ ἐπιδώσομαι ὅρκον:
οὐ μὰ τάδ᾽ ἀθανάτων εὐκόσμητα προθύραια.
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
καὶ κρατερῷ περ ἐόντι: σὺ δ᾽ ὁπλοτέροισιν ἄρηγε.