gre 409-414ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον]
ἄγνου: ταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν,
Ἑρμέω βουλῇσι κλεψίφρονος: αὐτὰρ Ἀπόλλων
θαύμασεν ἀθρήσας.