gre 489-495σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε:
ἡμεῖς δ᾽ αὖτ᾽ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο
βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
ἔνθεν ἅλις τέξουσι βόες ταύροις:, μιγεῖσαι
μίγδην θηλείας τε καὶ ἄρσενας: οὐδέ τί σε χρὴ
κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.