gre 513-520καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε:
δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα:
τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.