gre 541-549ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων.
καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν:
οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ᾽ ἀπατήσω.
ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
φήμ᾽, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.