gre 121-127ἔνθεν μ᾽ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης:
πολλὰ δ᾽ ἔπ᾽ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ᾽ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους:
5οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης:
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ᾽ ἀγλαὰ τέκνα τεκεῖσθαι.