gre 145-154εἰ μὲν θνητή τ᾽ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ᾽ ἱκάνεις
Ἑρμέω, ἐμὴ δ᾽ ἄλοχος κεκλήσεαι ἤματα πάντα:
οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
αὐτίκα νῦν: οὐδ᾽ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
τόξου ἀπ᾽ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.