gre 168-176ἦμος δ᾽ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων:
τῆμος ἄρ᾽ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον,
αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ δῖα θεάων
ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
κῦρε κάρη: κάλλος δὲ παρειάων ἀπέλαμπεν
ἄμβροτον, οἷόν τ᾽ ἐστὶν ἐυστεφάνου Κυθερείης,
ἐξ ὕπνου τ᾽ ἀνέγειρεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν: