gre 218-224ὣς δ᾽ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
0Βῆ δ᾽ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
ἀθάνατόν τ᾽ εἶναι καὶ ζώειν ἤματα πάντα:
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
νηπίη, οὐδ᾽ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
ἥβην αἰτῆσαι ξῦσαί τ᾽ ἄπο γῆρας ὀλοιόν.