gre 281-290ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω:
φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
5αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι νοήσας,
0ἴσχεο μηδ᾽ ὀνόμαινε, θεῶν δ᾽ ἐποπίζεο μῆνιν.