gre 1-7Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
ὃς μετ᾽ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
νῦν δὲ δι᾽ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.