gre 1-10Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
ἣ κατ᾽ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
πέμπουσα στονόεντα βέλη: τρομέει δὲ κάρηνα
ὑψηλῶν ὀρέων, ἰάχει δ᾽ ἔπι δάσκιος ὕλη
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
πόντος τ᾽ ἰχθυόεις: ἣ δ᾽ ἄλκιμον ἦτορ ἔχουσα
πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.