gre 11-20αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
εὐφρήνῃ δὲ νόον, χαλάσασ᾽ εὐκαμπέα τόξα
ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
ἐξάρχουσα χορούς: αἳ δ᾽ ἀμβροσίην ὄπ᾽ ἰεῖσαι
ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ᾽ ἀρίστους.