You are here: BP HOME > BPG > Galen: That the Best Doctor is also a Philosopher > fulltext
Galen: That the Best Doctor is also a Philosopher

Choose languages

Choose images, etc.

Choose languages
Choose display
  • Enable images
  • Enable footnotes
    • Show all footnotes
    • Minimize footnotes
Search-help
Choose specific texts..
    Click to Expand/Collapse Option Complete text
Click to Expand/Collapse Option
(53) ΓΑΛΗΝΟΥ ΟΤΙ Ο ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ. 
مقالة جالينوس في أنّه يجب أن يكون الطبيب الفاضل فيلسوفًا ، ترجمة حنين بن إسحق.
بسم الله الرحمن الرحيم ، إستعنتُ بالله تعالى .
كتاب جالينوس في أنّه يجب أن يكون الطبيب الفاضل فيلسوفًا، إخراج حنين بن إسحق .

قال : 
Cap. I.  Οἷόν τι πεπόνθασιν οἱ πολλοί τῶν ἀθλητῶν ἐπιθυομοῦντες μὲν όλυμπιονεῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν, ὡς τούτον τυχεῖν, ἐπιτηδεύοντες, τοιοῦτόν τι καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν σνμβέβηκεν.  ἐπαίνουσι μὲν γὰρ ῾Ιπποκράτην καὶ πρῶτον ἁπάντων ήγοῦνται, γενέσθαι δ’ αὐτοὺς ἐv ὁμοίοις ἐκείνῳ πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν.  ὁ μὲν γὰρ οὐ σμιχρὰν μοῖραν εἰς ἰατρικήν φησι συμβάλλεσθαι τὴν ἀστρονομίαν καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης γεωμετρίαν·  οἱ δ’ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδετέραν (54) ἀλλὰ καὶ τοῖς μετιοῦσι μέμφονται.  καὶ μέν δὴ καὶ φύσιν σώματος ὁ μὲν ἀκριβῶς ἀξιοῖ γιγνώσκειν ἀρχὴν εἶναι φάσκων αντὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός·  οἱ δ’ οὕτω καὶ περὶ τοῦτο σπουδάζουσιν, ὥστ’ οὐ μόνον ἑκάστου τῶν μορίων οὐσίαν ἢ πλοχὴν ἢ διάπλασιν ἢ μέyεθος ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν ἀλλ’ οὐδέ τὴν ἀέσιν ἐπίστανται.  καὶ μὲν γε καὶ ὡς ἐκ τοῦ μὴ γιγνώσκειν κατ’ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα σνμβαίνει τοῖς ἰατροῖς ἁμαρτάνειν τῶν ἀεραπεντικῶν σκοπῶν, ῾Ιπποκράτει μὲν εἴρηται προτρέποντι τὴν λογικὴν ἡμᾶς ἐξασχεῖν ἀεωρίαν·  οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέονσιν ἠσκῆσθαι κατ’ αὐτήν, ὥστε καὶ τοῖς ἀσκοῦσιν ὡς ἄχρηστα μεταχειριζομένοις ἐγκαλοῦσιν.  οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τά τε παρόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ χάμνοντι πολλὴν χρῆναι πεποιῆσθαι nρόνοιαν ῾Ιπποκράτης φησίν·  
οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ τοσοῦτον ἐσπονδάκασιν, ὥστ’, εἴ τις αίμορραγίαν ἢ ἱδρῶτα προείποι, (55) γόητά τε καὶ παραδοξολόγον ἀποκαλοῦσι ...  σχολῇ γ’ ἂν οὕτοι τἆλλα nρολέγοντός τινος ἀνάσχοιντο·  σχολῇ δ’ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος ἀκμὴν καταστήσαιντο, καὶ μὴν ῾Ιπποκράτης οὕτως γε διαιτᾶν κελεύει.  τί δὴ οὖν ὑπόλοιπον, εἰς ὃ ζηλοῦσι τἀνδρός;  οὐ γαρ δὴ τὴν γε τῆς ἑρμηνείας δεινότητα·  τῷ μὲν γὰρ καὶ τοῦτο κατώρθωται, τοῖς δ’ οὕτω τοὐναντίον, ὥστε πολλοὺς αύτῶν ἰδεῖν ἔστι χαθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας ὃ μηδ’ ἐπινοῆσαι ῥᾷδιον. 
(١)  إنّه قد يعرض لكثير من الأطبّاء مثل الذي عرض لكثير من المصارعين الذين يحبّون أن يُنسبوا إلى الظُفَّر في المحافل ، وهم لا يفعلون شيئاً من الأشياء التي ينبغي أن يفعلوها ، حتّى يصلوا بها إلى ذلك .  وذلك أنّهم يمدحون بُقراط ويقدّمونه على جميع الأطبّـاء ، وهم بكلّ شيء أولى منهم بالتشبّه به  وذلك أنّ بقراط يقول : إنّ منفعة صناعة النجوم في صناعة الطبّ ليست باليسيرة . وبيّن أنّ الصناعة المتقدّمة لهذه الصنـاعة ، أعني صناعة الهنـدسة ، تنفع ضرورةً فيها .  فأمّا هؤلاء الأطبّاء ، فلم يقتصروا على أنّهم لم يتعاطوا شيئاَ من هاتين الصناعتين ، حتّى ذمّوا مَن سدا منهما شيئاَ .    ..  ..  ..  ..  ..  ..  ..  ..  ..  .. 

Cap. II.  Διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν ἥτις ποτ’ ἔστί, δι’ ἣν καίτοι θαυμάζοντες ἅπαντες τὸν ἄνδρα μήτ’ ἀναγιγνώσκουσιν αὐτοῦ τὰ συγγράμματα μήτ’, εἰ καὶ τῶ τοῦτο παρασταίη, συνίησι τῶν λεγομένων ἤ, εἰ καὶ τοῦτ’ εὐτυχήσειεν, ἀσκήσει τὴν ἀεωρίαν ἐπεξέρχεται βεβαιώσασθαί τε καὶ εἰς ἕξιν ἀγαγεῖν βουλόμενος.  εὑρίσκω δὴ καὶ σύμπαντα τὰ κατορθούμενα βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα·  ἀατέρου (56) δ’ αύτῶν ἀτυχήσαντι τὸ καὶ τοῦ τέλους αὐτών ἀναγκαῖον ἀnοτυχεῖν.  αὐτίκα γέ τοι τοὺς ἀλητὰς ἢ διὰ τὴν τοῦ σώματος ἀφυΐαν ἢ διὰ τὴν τῆς ἀσχήσεως ἀμέλειαν δρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους·  ὅτῳ δ’ ἂν καὶ ἡ τοῦ σώματος φύσις ἀξιόνικος καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλούς ἀνελέσθαι τόνδε στεφανίτας ἀγώνας;  ἆρ’ οὖν ἐv ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν οὔτε δύναμιν οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι περὶ τὴν τῆς τέχνης ἄσκησιν ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρον δ’ ἀπολείπονται;  τὸ μέν δὴ μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω φιλάνθρωπον οὔ μοι δοχεῖ λόγον ἔχειν ὁμοίου γε δὴ τοῦ κόσμον καὶ τότ’ ὄντος καὶ νῦν καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης μήτε τῆς ἡλιακῆς nεριόδου μετακεκοσμημένης μήτ’ ἄλλου τινὸς ἀστέρος ἢ ἀπλανοῦς πλανωμένου μεταβολήν τιν’ ἐσχηκότος·  εὔλογον δὲ διὰ μοχθηρὰν τροφήν, ἣν οἱ νῦν ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ τὸν (57) πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον οὔθ᾽ οἷος Φειδίας ἐν πλάσταις οὔθ’ οἶος ᾽Απελλῆς ἐν γραφεῦσιν οὔθ᾽ οἶος ῾Ιπποκράτης ἐν ἰατροῖς ἔτι γίγνεσθαί τινα.  καίτοι τό γ’ ὑστέροις τῶν παλαιῶν ἡμῖν γεγονέναι καὶ τἁς τέχνας ὑπ’ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ σμικρὸν ἦν πλεονέκτημα.  τὰ γοῦν ὑφ’ ῾Ιπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων ἕυρεσιν χαταχρήσασθαι.  ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον καὶ τὴν τέχνην ονκ εὐεργεσίας ἀνθρώπων ἕνεκεν ἀλλὰ χρηματισμοῦ μαθόντα τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφίεσθαι φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι πρὶν ἡμᾶς ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι.  οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματἰζεθαί τε καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην ἀλλ’ ἀνάγκη χαταφρονῆσαι θατέρου τὸν ἐπί θάτερον ὁρμήσαντα σφοδρότερον.  ἆρ’ οὖν ἐχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς (58) ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος;  ἔστι τις ὁ δννάμενος οὑ μόνον λόγῳ πλάσασθαι ἀλλ’ ἔργῳ δίδάξασθαι τοῦ κατὰ φύσιν πλούτου τὸν ὅρον ἄχρι τοῦ μὴ πεινῆν, μὴ διψῆν, μὴ ῥιγοῦν προϊόντα; 
..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  .. 
Cap. III.  Καὶ μὴν εἴ τίς γ’ ἐστί τοιοῦτος, ὑπερόψεται μὲν ’Αρταξέρξον τε καὶ Περδίκκον καὶ τοῦ μὲν οὐδ’ ἂν εἰς ὄψιν ἀφίκοιτό nοτε, τὸν δ’ ἰάσεται μὲν νοσοῦντα νόσημα τῆς ῾Ιπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ nαντὸς σννεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις πολίχναις πένητας.  ἀπολείψει δὲ Κῷοις μὲν τοῖς πολίταις Πόλυβόν τε καὶ τοὺς ἄλλους μαθητάς, αὐτὸς δὲ πᾶσαν ἀλώμενος ἐφεξῆς διδάξει τὴν ῾Ελλάδα χρή γὰρ αὐτὸν γράψαι τι καὶ περὶ φύσεως χωρίων.  ἵν᾽ οὖν χρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου διδαχθέντα, χρὴ πάντως αὐτόπτην γενέσθαι πόλεων, τῆς πρὸς μεσημβρίαν ἐστραμμένης καὶ τῆς πρὸς ἄρκτον καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς (59) δνσμάς, ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην καὶ τὴν ἐφ᾽ ὑψηλοῦ καὶ τὴν ἑπακτοῖς ὕδασι χρωμένην καὶ τὴν πηγαίοις καὶ τὴν ὀμβρίοις καὶ τὴν ἐκ λιμνῶν καὶ ποταμῶν, ἀμελῆσαι δὲ καὶ εἰ μηδ᾽ εἴ τις ψυχροῖς ἄγαν ὕδασι μηδ᾽ εἰ τις θερμοῖς χρῆται μηδ᾽ εἰ νιτρώδεσι μηδ᾽ εἰ στυπτηριώδεσιν ἤ τισιν ἑτέροις τοιούτοις, ίδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν καὶ λίμνῃ χαί ὄρει καὶ θαλάττῃ καὶ τἆλλα πάντα νοῆσαι, καὶ περὶ ῷν αὐτὸς ἡμᾶς ἐδίδαξεν.  ὥστ᾽ οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν.  καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον ἢ ἐμπιπλάμενον ἢ ἀφροδισίοις προσκείμενον ἢ συλλήβδην εἰπεῖν αἰδοίοις καὶ γαστρὶ δουλεύοντα.  σωφροσύνης οὖν φίλος ὧσπερ γε καὶ ἀληθείας ἑταῖρος ὅ γ᾽ ἀληθὴς ἰατρὸς ἐξεύρηται.  καὶ μὲν δὴ καὶ τὴν λογιχὴν μέθοδον ἀσχεῖν χρὴ χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ᾽ εἴδη τε καὶ γένη νοσήμαθ᾽ (60) ὑπάρχει καὶ πῶς ἐφ᾽ ἑκάστου ληπτέον ἔνδειξίν 
τιν᾽ ἰαμάτων.  ἡ δ᾽ αυτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτὴν διδάσκει φύσιν, τήν τ᾽ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι᾽ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων, τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ ταύταις τὴν ἐκ τῶν ὀργανικῶν μορίων.  ἀλλὰ καὶ τις ἡ χρεία τῷ ζῷῳ τῶν εἰρημένων ἑκάστον καὶ τίς ἡ ἐνέργεια, δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως ἀλλὰ μετ᾽ ἀποδείξεως πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται μεθόδου.  τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ οὐκ εἶναι φιλόσοφον τὸν ἰατρόν, ὃς ἂν ῾Ιπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην;  εἰ γάρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος καὶ νοσημάτων διαφορὰς καὶ ἱαμάτων ἐνδείξεις, ἐv τῇ λογικῇ,θεωρίᾳ γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσχήσει παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σαφροσύνην ἀσχεῖν, πάντ᾽ ἂν ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν καὶ (61) τὸ φυσικὸν καὶ τὸ ἠθικόν.  οὐ γάρ δὴ δέος γε, μὴ χρημάτων χαταφρονῶν καὶ σωφροσύνην ἀσκῶν ἄδικόν τι πράξῃ πάντα γάρ, ἃ τολμῶσιν ἀδίκως ἄνθρωποι, φιλοχρηματίας ἀναπειθούσης ἢ γοητευούσης ἡδονῆς 
πράττουσιν.  οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς άναγκαῖον ἔχειν αυτόν·  σύμπασαι γὰρ ἀλλήλαις ἕπονται καὶ οὐχ οἶόν τε μίαν ἡντινοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἀπάσας εὐθὺς ἀκολουθούσας ἔχειν ὥσπερ ἐκ μιᾶς μηρίναθου δεδεμένας.  καὶ μὴν εἰ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν ἀληθής ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος.  οὐδὲ γὰρ οὐδ᾽ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν ἑωρακότας γε πολλάκις ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροὶ καὶ χρῶνται τῇ τέχνῃ πρὸς τοὐναντίον ἢ πέφυκεν οἱ φιλοχρήματοι. 
..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  ..  .. 
Cap. IV.  Πότερον οὖν ὑπὲρ όνομάτων ἔτι διενεθήβῃ καὶ ληρήσεις (62) ἐρίζων.  ἐγχρατῆ μὲν καὶ σώφρονα καὶ χρημάτων κρείττονα καὶ δίκαιον ἄξιον εἶναι τὸν ἰατρόν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν μὲν γιγνώσκειν σωμάτων καὶ ἐνεργείας ό ὀργάνων καὶ χρείας μορίων καὶ διαφορὰς νοσημάτων καὶ θεραπειῶν ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογιχὴν θεωρίαν;  ἢ τὰ nράγματα συγχωρήσας ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι;  καὶ μὴν ὀψὲ μέν·  ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε μὴ καθάπερ κολοιὸν ἢ κόρακα περὶ φωνῶν ζνγομαχεῖν ἀλλ᾽ αὐτῶν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν.  οὐ γὰρ δὴ τοῦτό γ᾽ ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις ἢ σκυτοτόμος ἀγαθὸς ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δέ τις ἢ σώφρων ἢ ἀποδεικτικὸς ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται μήτε διδασκάλοις χρησάμενος μήτ᾽ αὐτὸς ἐπασκήσας ἑαυτόν.  εἰ τοίνυν καὶ τοῦτ᾽ ἀναίσχυντον καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν ἀλλ᾽ υπὲρ ὀνομάτων ἐρίζοντος, φιλοσοφητέον ἡμῖν ἐστιν πρότερον, εῖπερ ῾Ιπποκράτους (63) ἀληθῶς ἐσμεν ζηλωταί, κἂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους ἀλλὰ καὶ βελτίους αὐτοῦ γενέσθαι μανθάνοντας μέν, ὅσα καλῶς ἐχείνῳ γέγραπται, τὰ λείποντα δ᾽ αὐτοὺς ἐξευρίσκοντας. 
..  ..  ..  ..  ..  ..  ..  .. 
 
Go to Wiki Documentation
Enhet: Det humanistiske fakultet   Utviklet av: IT-seksjonen ved HF
Login