Cap. III.
Καὶ μὴν εἴ τίς γ’ ἐστί τοιοῦτος, ὑπερόψεται μὲν ’Αρταξέρξον τε καὶ Περδίκκον καὶ τοῦ μὲν οὐδ’ ἂν εἰς ὄψιν ἀφίκοιτό nοτε, τὸν δ’ ἰάσεται μὲν νοσοῦντα νόσημα τῆς ῾Ιπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ nαντὸς σννεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις πολίχναις πένητας.
ἀπολείψει δὲ Κῷοις μὲν τοῖς πολίταις Πόλυβόν τε καὶ τοὺς ἄλλους μαθητάς, αὐτὸς δὲ πᾶσαν ἀλώμενος ἐφεξῆς διδάξει τὴν ῾Ελλάδα χρή γὰρ αὐτὸν γράψαι τι καὶ περὶ φύσεως χωρίων.
ἵν᾽ οὖν χρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου διδαχθέντα, χρὴ πάντως αὐτόπτην γενέσθαι πόλεων, τῆς πρὸς μεσημβρίαν ἐστραμμένης καὶ τῆς πρὸς ἄρκτον καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς (59) δνσμάς, ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην καὶ τὴν ἐφ᾽ ὑψηλοῦ καὶ τὴν ἑπακτοῖς ὕδασι χρωμένην καὶ τὴν πηγαίοις καὶ τὴν ὀμβρίοις καὶ τὴν ἐκ λιμνῶν καὶ ποταμῶν, ἀμελῆσαι δὲ καὶ εἰ μηδ᾽ εἴ τις ψυχροῖς ἄγαν ὕδασι μηδ᾽ εἰ τις θερμοῖς χρῆται μηδ᾽ εἰ νιτρώδεσι μηδ᾽ εἰ στυπτηριώδεσιν ἤ τισιν ἑτέροις τοιούτοις, ίδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν καὶ λίμνῃ χαί ὄρει καὶ θαλάττῃ καὶ τἆλλα πάντα νοῆσαι, καὶ περὶ ῷν αὐτὸς ἡμᾶς ἐδίδαξεν.
ὥστ᾽ οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν.
καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον ἢ ἐμπιπλάμενον ἢ ἀφροδισίοις προσκείμενον ἢ συλλήβδην εἰπεῖν αἰδοίοις καὶ γαστρὶ δουλεύοντα.
σωφροσύνης οὖν φίλος ὧσπερ γε καὶ ἀληθείας ἑταῖρος ὅ γ᾽ ἀληθὴς ἰατρὸς ἐξεύρηται.
καὶ μὲν δὴ καὶ τὴν λογιχὴν μέθοδον ἀσχεῖν χρὴ χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ᾽ εἴδη τε καὶ γένη νοσήμαθ᾽ (60) ὑπάρχει καὶ πῶς ἐφ᾽ ἑκάστου ληπτέον ἔνδειξίν
τιν᾽ ἰαμάτων.
ἡ δ᾽ αυτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτὴν διδάσκει φύσιν, τήν τ᾽ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι᾽ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν δευτέρων, τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ ταύταις τὴν ἐκ τῶν ὀργανικῶν μορίων.
ἀλλὰ καὶ τις ἡ χρεία τῷ ζῷῳ τῶν εἰρημένων ἑκάστον καὶ τίς ἡ ἐνέργεια, δέον μὲν ἄγειν καὶ ταῦτα μὴ ἀβασανίστως ἀλλὰ μετ᾽ ἀποδείξεως πεπιστεῦσθαι, πρὸς τῆς λογικῆς δήπου διδάσκεται μεθόδου.
τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ οὐκ εἶναι φιλόσοφον τὸν ἰατρόν, ὃς ἂν ῾Ιπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην;
εἰ γάρ, ἵνα μὲν ἐξεύρῃ φύσιν σώματος καὶ νοσημάτων διαφορὰς καὶ ἱαμάτων ἐνδείξεις, ἐv τῇ λογικῇ,θεωρίᾳ γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσχήσει παραμένῃ, χρημάτων τε καταφρονεῖν καὶ σαφροσύνην ἀσχεῖν, πάντ᾽ ἂν ἤδη τῆς φιλοσοφίας ἔχοι τὰ μέρη, τό τε λογικὸν καὶ (61) τὸ φυσικὸν καὶ τὸ ἠθικόν.
οὐ γάρ δὴ δέος γε, μὴ χρημάτων χαταφρονῶν καὶ σωφροσύνην ἀσκῶν ἄδικόν τι πράξῃ πάντα γάρ, ἃ τολμῶσιν ἀδίκως ἄνθρωποι, φιλοχρηματίας ἀναπειθούσης ἢ γοητευούσης ἡδονῆς
πράττουσιν.
οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς άναγκαῖον ἔχειν αυτόν·
σύμπασαι γὰρ ἀλλήλαις ἕπονται καὶ οὐχ οἶόν τε μίαν ἡντινοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἀπάσας εὐθὺς ἀκολουθούσας ἔχειν ὥσπερ ἐκ μιᾶς μηρίναθου δεδεμένας.
καὶ μὴν εἰ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν ἀληθής ἰατρὸς ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος.
οὐδὲ γὰρ οὐδ᾽ ὅτι πρὸς τὸ χρῆσθαι καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν ἑωρακότας γε πολλάκις ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροὶ καὶ χρῶνται τῇ τέχνῃ πρὸς τοὐναντίον ἢ πέφυκεν οἱ φιλοχρήματοι.
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..
..