μὴ κακὰ κερδαίνειν: κακὰ κέρδεα ἶσ᾽ ἀάτῃσιν.
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ᾽ οὔτις ἔδωκεν.
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν:
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
καί τε σμικρὸν ἐόν, τό γ᾽ ἐπάχνωσεν φίλον ἦτορ.
ὃς δ᾽ ἐπ᾽ ἐόντι φέρει, ὃ δ᾽ ἀλέξεται αἴθοπα λιμόν:
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτ᾽ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
οὐδὲ τό γ᾽ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι: δειλὴ δ᾽ ἐνὶ πυθμένι φειδώ.