gre 405-417τὴν δ᾽ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα:
εὖτέ μοι Ἑρμῆς ἦλθ᾽ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκ᾽ ἐγὼν ἀνόρουσ᾽ ὑπὸ χάρματος: αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ᾽ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μ᾽ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.