ἡ δ’ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
ἡ δὲ καὶ ἀστερόεντος ἀπ’ οὐρανοῦ ἔμμορε τιμῆς,
ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
κικλήσκει Ἑκάτην· πολλή τέ οἱ ἔσπετο τιμὴ
ῥεῖα μάλ’, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων·
οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ’ ἀπηύρα,
ὅσσ’ ἔλαχεν Τιτῆσι μέτα προτέροισι θεοῖσιν,
ἀλλ’ ἔχει, ὡς τὸ πρῶτον ἀπ’ ἀρχῆς ἔπλετο δασμός.
οὐδ’, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς
καὶ γεράων γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ,
ἀλλ’ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
ᾧ δ’ ἐθέλῃ, μεγάλως παραγίνεται ἠδ’ ὀνίνησιν·
ἔν τε δίκῃ βασιλεῦσι παρ’ αἰδοίοισι καθίζει,
ἔν τ’ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ’ ἐθέλῃσιν·
ἠδ’ ὁπότ’ ἐς πόλεμον φθισήνορα θωρήσσωνται
ἀνέρες, ἔνθα θεὰ παραγίνεται, οἷς κ’ ἐθέλῃσι
νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
ἐσθλὴ δ’ ἱππήεσσι παρεστάμεν, οἷς κ’ ἐθέλῃσιν·
ἐσθλὴ δ’ αὖθ’ ὁπότ’ ἄνδρες ἀεθλεύωσ’ ἐν ἀγῶνι·
ἔνθα θεὰ καὶ τοῖς παραγίνεται ἠδ’ ὀνίνησι·
νικήσας δὲ βίῃ καὶ κάρτει, καλὸν ἄεθλον
ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
εὔχονται δ’ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
ῥεῖα δ’ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
ἐσθλὴ δ’ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ’ ἀέξειν·
βουκολίας δὲ βοῶν τε καὶ αἰπόλια πλατέ’ αἰγῶν
ποίμνας τ’ εἰροπόκων ὀίων, θυμῷ γ’ ἐθέλουσα,
ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
πᾶσι μετ’ ἀθανάτοισι τετίμηται γεράεσσι.
θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ’ ἐκείνην
ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.