gre 201-211τὸν δ᾽ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν:
ὦ φίλος, ἀργαλέον μέν, ὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο,
πάντα λέγειν: πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ᾽ ἐσθλὰ
φοιτῶσιν: χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον:
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο:
παῖδα δ᾽ ἔδοξα, φέριστε, σαφὲς δ᾽ οὐκ οἶδα, νοῆσαι,
ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
νήπιος, εἶχε δὲ ῥάβδον: ἐπιστροφάδην δ᾽ ἐβάδιζεν.
ἐξοπίσω δ᾽ ἀνέεργε, κάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ.