gre 443-455θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν
οὔτε τιν᾽ ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι,
νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν:
ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις.