Rhet gre 1406a20-32οἷον οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν (21) ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλ’ εἰς τὴν τῶν Ἰσθμίων (22) πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασι(23)λεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς (24) ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν (25) μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ (26) οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονό(27)μος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς (28) τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν (29) ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς (30) ψυχῆς ἐπιθυμίαν (τοῦτο δ’ ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, (31) ὥστε ποίημα γίνεται), καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας (32) ὑπερβολήν.