Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
Δήμητρ᾽ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
ὣς ἔφαθ᾽: ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δ᾽ ἐν νηῷ Δημήτερα κυανόπεπλον
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
314-320 First he sent golden-winged Iris to call rich-haired Demeter, lovely in form. So he commanded. And she obeyed the dark-clouded Son of Cronos, and sped with swift feet across the space between. She came to the stronghold of fragrant Eleusis, and there finding dark-cloaked Demeter in her temple, spake to her and uttered winged words: