gre 363-369ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ:
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.