gre 260-268Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι:
Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ᾽ ἱκάνεις;
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα:
οὐκ ἂν μηνύσαιμ᾽, οὐκ ἂν μήνυτρον ἀροίμην:
οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν:
ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
σπάργανά τ᾽ ἀμφ᾽ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.